Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 210-3
Not analysed yet
καὶ ἔστιν γέ ποτε »κρείττων ξενισμὸς »λαχάνων πρὸς φιλίαν καὶ χάριν, ὥσπερ καὶ μόσχοι ἀπὸ φάτνης μετὰ »ἔχθρας«. »Τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ τῶν διὰ τὴν ἕξιν τὰ »αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ »κακοῦ«, ἔστιν δέ τις καὶ δηλητήριος τροφή, ἥντινα μανθάνομεν ἀπὸ τῆς τετάρτης τῶν Βασιλειῶν, λεγόντων πρὸς τὸν Ἐλισαῖόν τινων· »Θάνατος ἐν τῷ λέβητι, ἄνθρωπε τοῦ θεοῦ«.