Ancient Greek
211 to 219
Origen, Commentarii in Evangelium Joannis 211-3-219
Not analysed yet
καὶ ἡ μέν τίς ἐοτιν τῶν ἀλογωτέρων ψυχῶν πνευματικὴ ποώδης τροφὴ καὶ ἄλλη χόρτος ἢ ἄχυρον, ἅπερ σημαίνεται διὰ τοῦ· »Κύριος ποιμανεῖ με, »καὶ οὐδέν με ὑστερήσει. εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν· »ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεφέν με«. καὶ ὁ Ἡσαΐας δέ φησι· »Λέων »δὲ ὡς βοῦς ἄχυρον φάγεται«. ἀλλὰ καὶ χόρτον τοῖς κτήνεσιν ἐν τῷ οἴκῳ τῆς ῾Ρεβέκκας παρατιθέασιν τοῦ παιδὸς Ἀβράμ. ἐὰν δέ τις ᾖ λογικώτερος καὶ διὰ τοῦτο καὶ νοητὸς ἄνθρωπος, τὸν νοητὸν ἄρτον ἐσθίει, ὡς ἐν ψαλμοῖς γέγραπται· Ἄρτος στηρίζει καρδίαν »ἀνθρώπου«, καὶ τῷ νοητῷ οἴνῳ εὐφραίνεται οὐκ ἄλλως ἢ ἄνθρωπος· Οἶνος γὰρ εὐφραίνει καρδίαν ἀνθρώπου«. ἀναβατέον δὲ τῷ λόγῳ ἀπὸ τῶν ἀλόγων καὶ τῶν ἀνθρώπων καὶ ἐπὶ τοὺς ἀγγέλους καὶ αὐτοὺς τρεφομένους· οὐ γάρ εἰσιν πάντη ἀνενδεεῖς. »Ἄρτον γοῦν »ἀγγέλων ἔφαγεν ἄνθρωπος‘, μακάριός γε ὁ Ἀβραὰμ δυνηθεὶς τοῖς ἐπιφανεῖσιν αὐτῷ τρισὶν ἐγκρυφίας ἀζύμους παραθεῖναι. Ἀλλ' ἤδη ἐπὶ τὸν προκείμενον λόγον Ι τὸν περὶ τῆς Χριστοῦ βρώσεως ὁδευτέον, ἣν οἱ μαθηταὶ τότε οὐκ ᾔδεσαν· ἀληθεύει γὰρ λέγων ὁ Ἰησοῦς· »Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε«. ὅπερ γὰρ καὶ ἔπραττεν ὁ Ἰησοῦς ποιῶν τὸ θέλημα τοῦ πέμψαντος αὐτὸν καὶ τελειῶν αὐτοῦ τὸ ἔργον, τοῦτο οὐκ ᾔδεσαν οἱ ἵνα δὲ νοηθῇ τρανότερον τὸ »Ἑγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ »οἴδατε«, λεγέτω καὶ Παῦλος τοῖς χρείαν ἔχουσιν γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς, Κορινθίοις ,καὶ γάλα ποτιζομένοις καὶ οὐ βρῶμα, τῷ μηδέπω αὐτοὺς δύνασθαι βρώματος μεταλαμβάνειν· »Ἐγὼ βρῶσιν »ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε«. καὶ ἀεί γε ὁ διαφέρων τοῖς ὑποδεεστέροις καὶ μὴ δυναμένοις τὰ αὐτὰ τοῖς κρείττοσιν θεωρεῖν ἐρεῖ· »Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε«. καὶ οὐκ ἄτοπόν γε λέγειν μὴ μόνον ἀνθρώπους καὶ ἀγγέλους ἐνδεεῖς εἶναι τῶν νοητῶν τροφῶν, ἀλλὰ καὶ τὸν χριστὸν τοῦ θεοῦ· καὶ αὐτὸς γάρ, ἵν' οὕτως εἴπω, ἐπισκευάζεται ἀεὶ ἀπὸ τοῦ πατρὸς τοῦ μόνου ἀνενδεοῦς καὶ αὐτάκους αὑτῷ.