Ancient Greek
220 to 225
Origen, Commentarii in Evangelium Joannis 220-3-225
Not analysed yet
λαμβάνει δὲ τὰ βρώματα ὁ μὲν πολὺς τῶν μαθητευομένων ἀπὸ τῶν μαθητῶν Ἰησοῦ, κελευομένων παρατιθέναι τοῖς ὄχλοις· οἱ δὲ τοῦ Ἰησοῦ μαθηταὶ ἀπ’ αὐτοῦ τοῦ Ἰησοῦ, πλὴν ἔσθ' ὅτε καὶ ἀπὸ ἁγίων ἀγγέλων· ὁ δὲ υἱὸς τοῦ θεοῦ ἀπὸ τοῦ πατρὸς μόνου λαμβάνει τὰ βρώματα, οὐ διά τινος. οὐκ ατοπον δὲ καὶ τὸ ἅγιον πνεῦμα τρέφεσθαι λέγειν· ζητητέον δὲ λέξιν γραφῆς ὑποβάλλουσαν ἡμῖν τοῦτο. ὅλον δὲ τὸ μυστήριον τῆς κλήσεως καὶ ἐκλογῆς τὰ ἐν τῷ μεγάλῳ δείπνῳ ἐστὶν βρώματα· »Ἄνθρωπος, γάρ »φησιν, ἐποίει δεῖπνον μέγα, καὶ τῆ ὥρᾳ τοῦ δείπνου ἔπεμψεν καλέσαι »τοὺς κεκλημένους«. μένους( καὶ ἀναλεκτέον γε ἀπὸ τῶν εὐαγγελίων τὰς περὶ δείπνων παραβολάς. ἀλλὰ καὶ διὰ τοῦ Ἡσαΐου αἱ ἐπαγγελίαι τοῦ φαγεῖν εἰσιν καὶ πιεῖν, λέγοντος· »Ἰδοὺ οἱ δουλεύοντές »φάγονται, ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, »ὑμεῖς δὲ διψήσετε«. ἔτι μὴν ἐν τῇ Γενέσει εἰς τὸν παράδεισον τῆς τροφῆς τίθεται τὸν ἄνθρωπον ὁ θεὸς νόμους περὶ τοῦ ἐσθίειν τάδε τινὰ καὶ μὴ ἐσθίειν τάδε διδούς. καὶ ἀθάνατος ἂν ἔμεινεν ὁ ἄνθρωπος, εἰ ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει ἤσθιεν, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν μὴ ἤσθιεν. ὅρα καὶ τὰ ἐν εἰκοστῷ πρώτῳ ψαλμῷ λεγόμενα περὶ τῶν προσκυνούντων διὰ τὸ βεβρωκέναι· »Ἔφαγον, γάρ φησιν ,καὶ προσεκύνησαν πάντες οἱ »πίονες τῆς γῆς«· διόπερ· »Οὐδὲ λιμοκτονήσει κύριος ψυχὴν δικαίαν«, ἀλλ’ ὅταν ἄδικοι γενώμεθα, ἐξαποστελεῖ »λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον »κυρίου«. ὅσον οὖν προκόπτομεν, κρείττονα καὶ πλείονα φαγόμεθα, ἕως τάχα Ι φθάσομεν ἐπὶ τὸ τὴν αὐτὴν βρῶσιν φαγεῖν τῷ υἱῷ τοῦ θεοῦ, ἣν ἐπὶ τοῦ παρόντος οἱ μαθηταὶ οὐκ οἴδασιν. οὐδὲν δὲ εἰς τὴν λέξιν εἶπεν ὁ Ἡρακλέων. 4, 33 Ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους· Μὴ τις ἤνεγκεν αὐτῳ φαγειν;