Ancient Greek · ~3 min
237 to 240
Origen, Commentarii in Evangelium Joannis 237-3-240
Not analysed yet
καὶ πῶς τὸ ἔργον τοῦ θεοῦ τελειοῦται ὑπὸ τοῦ εἰπόντος· »Ὁ πατὴρ ὁ πέμψας με μείζων »μου ἐστίν«; ἡ δὲ τελείωσις τοῦ ἔργου ἡ τοῦ λογικοῦ τελείωσις ἦν· τοῦτο γὰρ ἦλθεν ἀτελὲς ὂν τέλειον ποιῆσαι ὁ γενόμενος σὰρξ λόγος. ἀρ' οὖν ἐκτίσθη ἀτελὲς τὸ ἔργον, καὶ πέμπεται ὁ σωτὴρ τὸ ἀτελὲς τελειῶσαι; καὶ πῶς οὐκ ἄτοπον τὸν μὲν πατέρα ἀτελοῦς ποιητὴν γεγονέναι, τὸν δὲ σωτῆρα τὸ ἀτελὲς τετελειωκέναι, κτισθὲν ἀτελές; ἡγοῦμαι δὴ ἐν τοῖς τόποις βαθύτερόν τι ἐναποκεῖσθαι μυστήριον· τάχα γὰρ οὐ πάντη ἀτελὲς τὸ λογικὸν ἠν ἅμα τῷ τεθεῖσθαι ἐν τῷ παραδείσῳ. πῶς γὰρ ἂν τὸ πάντη ἀτελὲς ἐτίθετο ὁ θεὸς ἐν τῷ παραδείσῳ ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν; ὁ γὰρ δυνάμενος ἐργάζεσθαι »ξύλον ζωῆς« καὶ πάντα δὲ ἃ ἐφύτευσεν ὁ θεὸς καὶ μετὰ ταῦτα ἐξανέτειλεν, οὐκ ἂν εὐλόγως λέγοιτο ἀτελές.