Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 241-2
Not analysed yet
μήποτε οὖν τέλειος ὤν πως ἀτελὴς διὰ τὴν παρακοὴν [ὡν] γέγονεν καὶ ἐδεήθη τοῦ τελειώσοντος αὐτὸν ἀπὸ τῆς ἀτελείας, καὶ διὰ τοῦτο ἐπέμφθη ὁ σωτήρ, πρῶτον μὲν ἕνα ποιήσῃ τὸ θέλημα τοῦ πέμψαντος αὐτὸν, ἐργάτης αὐτοῦ καὶ ἐνταῦθ· α γενόμενος, δεύτερον δὲ ἕνα τελειώσῃ τὸ ἔργον τοῦ θεοῦ καὶ ἕκαστος τετελειωμένος οἰκειωθῇ τῇ στερεᾷ τροφῇ καὶ τῇ σοφίᾳ συνῇ. Τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν »διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ«. Ι κοὶ ὁ λαλῶν σοφίαν φησί· »Σοφίαν δὲ λα- »λοῦμεν ἐν τοῖς τελείοις«.