Ancient Greek · ~7 min
242 to 248
Origen, Commentarii in Evangelium Joannis 242-2-248
Not analysed yet
καὶ ὅταν ἕκαστος ἡμῶν, ἔργον θεοῦ, ὑπὸ Ἰησοῦ τελειωθῇ, ἐρεῖ· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν »δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς »δικαιοσύηης στέφανος«. οὐ μόνος δὲ ὁ ἄνθρωπος ἐξέπεσεν ἐκ τελείου ἐπὶ τὸ ἀτελές, ἀλλὰ καὶ »ἐδόντες οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγα- »τέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν καὶ λαβόντες ἑαυτοῖς ἀπὸ πασῶν ὡν ἐξελέξαντο«, καὶ ἁπαξαπλῶς πάντες οἱ ἀπολείποντες »τὸ ἴδιον οἰκητήριον« καὶ μὴ τηρήσαντες τὴν ἑαυτῶν ἀρχήν. ἀρχὴν‘ δὲ λέγω οὐ τὴν παραβαλλομένην μένην ἐξουσίᾳ ἀλλὰ τὴν ἀντιδιαστελλομένην τέλει καὶ παρακειμένην πρώτῳ ,ἵν’ ὥσπερ τῷ ἀνθρώπῳ ἡ ἀρχὴ μὲν τοῦ εἶναι ἐν τῷ παραδείσῳ ἠν, τὸ τέλος δὲ διὰ τὴν τάχα ἐν ᾅδου κάτω ἤ τινι τοιούτῳ χωρίῳ, οὕτω καὶ ἑκάστῳ τῶν ἀποπεπτωκότων οἰκεία τις ἀρχὴ τυγχάνῃ δεδομένη. τελειῶν μέντοι γε ὁ Ἰησοῦς τὸ ἔργον τοῦ θεοῦ, λέγω δὲ πᾶν τὸ λογικὸν καὶ οὐ τὸν ἄνθρωπον μόνον, κατὰ τὸν αὐτὸν τρόπον αὐτὸ τελειοῖ· τὰ μὲν γὰρ μακαριώτερα πειθόμενα λόγῳ, μὴ δεηθ; εντα πόνου, μόνῳ τελειοῦται τῷ λόγῳ· ἕτερα δέ, ἀπειθήσαντα τῷ λόγῳ, χρῄζει πόνων, ἵνα μετὰ τοὺς πόνους λόγοις προσαχθέντα ὕστερόν ποτε τούτοις τελειωθῇ. πλὴν ἀμφότερα ταῦτα ὲν βρῶμά έστιν ἴδιον Ἰησοῦ, τό τε ποιῆσαι τὸ θέλημα τοῦ πέμψαντος αὐτὸν καὶ τὸ τελειῶσαι τὸ ἔργον αὐτοῦ. Ὁ δὲ Ἡρακλέων διὰ τοῦ »Ἐμὸν βρῶμά ἐστιν »ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με« φησὶ διηγεῖσθαι τὸν σωτῆρα τοῖς μαθηταῖς, ὅτι τοῦτο ἠν ὃ συνεζήτει μετὰ τῆς γυναικός, βρῶμα ἴδιον λέγων τὸ θέλημα τοῦ πατρός· τοῦτο γὰρ αὐτοῦ τροφὴ καὶ ἀνάπαυσις καὶ δύναμις ἠν. θέλημα δὲ πατρὸς πατρὸς ἔλεγεν τὸ γνῶναι ἀνθρώπους τὸν πατέρα καὶ σωθῆναι, ὅπερ ἦν ἔργον τοῦ σωτῆρος τοῦ ἕνεκα τούτου ἀπεσταλμένου εἰς Σαμάρειαν, τουτέστιν εἰς τὸν κόσμον. βρῶμα οὐν αὐτὸ ἐξείληφεν τοῦ Ἰησοῦ καὶ τὴν μετὰ τῆς Σαμαρείτιδος συζήτησιν, ὅπερ νομίζω σαφῶς παντί τῳ ὁρᾶσθαι καὶ ταπεινῶς ἐξειλῆφθαι καὶ βεβιασμένως.