Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 249-2
Not analysed yet
πῶς δὲ τροφὴ τοῦ σωτῆρος τὸ θέλημα τοῦ πατρὸς σαφῶς οὐ παρέστησεν· πῶς δὲ καὶ ἀνάπαυσις τὸ θέλημα τοῦ πατρός; λέγει γὰρ ὁ κύριος ἀλλαχοῦ, ὡς οὐ πάντως τοῦ πατρικοῦ θελήματος ἀναπαύσεως αὐτοῦ ὄντος· »Πάτερ, εἰ δυνατόν, παρελθάτω τὸ ποτήριον ἀπ' ἐμοῦ· πλὴν »οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ«. πόθεν δὲ καὶ ὅτι δύναμις τοῦ σωτῆρος τὸ θέλημα τοῦ θεοῦ; 4, 35 Οὐχ ὑμεῖς λέγετε, ὅτι ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν· Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν Πρὸς θερισμὸν ἤδη.