Ancient Greek · ~3 min
250 to 252
Origen, Commentarii in Evangelium Joannis 250-252
Not analysed yet
Πρὸς τοὺς ὑπολαμβάνοντας ἁπλούστερον καὶ σωματικώτερον εἰρῆσθαι τὸ »Οὐχ ὑμεῖς Ι λέγετε ὅτι τετράμηνός ἐστιν κα̣ὶ ὁ θερισμὸς ἔρχεται; «ταῦτα ἐπαπορητέον, ἕνα πεισθῶσιν νοητὰ πολλάκις γυμνὰ αἰσθητῶν καὶ σωματικῶν λελαληκέναι τὸν σωτῆρα. εἴπερ γὰρ ὁ καιρός, ὅτε ταῦτα ἔλεγεν Ἰησοῦς, ὁ πρὸ τετραμήνου τοῦ θερισμοῦ ἦν, δῆλον ὅτι χειμὼν ἦν. θερισμὸς οὖν ἐν τῇ Ἰουδαίᾳ ἄρχεται γίνεσθαι περὶ τὸν παρ' Ἑβραίοις καλούμενον Νίσαν μῆνα, ὅτε ἄγεται τὸ πάσχα, ὡς ἐνίοτε τὰ ἄζυμα ἀπὸ νέου σίτου αὐτοὺς ποιεῖν. ἀλλ’ ἔστω μὴ κατ' ἐκεῖνον τὸν μῆνα εἶναι τὸν θερισμόν, ἀλλὰ κατὰ τὸν ἑξῆς ἐκείνῳ τὸν καλούμενον παρ' αὐτοῖς Ταρ. καὶ οὕτως ὁ πρὸ τετραμήνου καιρὸς ἐκείνου τοῦ μηνὸς ἀκμαῖός ἐστιν χειμών. ἐπὰν οὖν δείξωμεν ὅτι ὅτε ἔλεγεν ταῦτα ὁ περὶ τὸν θερισμὸν καιρὸς ἦν ἤτοι ἀκμάζ ἢ ἐγγύς που τοῦ λήγειν ὄντα, ἀποδεδειγμένον ἔσται τὸ προκείμενον.