Ancient Greek
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 272-2
Not analysed yet
τότε δὲ διὰ τὴν πολλὴν εἰρήνην καὶ ὁ τῆς Τύρου βασιλεὺς Χειρὰμ συνεργεῖ τῇ οἰκοδομῇ τοῦ ναοῦ, διδοὺς ἑαυτοῦ τοὺς υἱοὺς τοῖς υἱοῖς τοῦ Σαλομών, συμπελεκᾶν τοὺς μεγάλους καὶ τιμίους λίθους τῷ ἁγίῳ καὶ ἐν τῷ τετάρτῳ ἔτει ἱδρυμένους εἰς τὴν θεμελίωσιν τοῦ οἴκου κυρίου. ὀγδοάδι μέντοι γε ἐτῶν συντελεῖται ὁ οἶκος τῷ ὀγδόῳ μηνὶ τοῦ ὀγδόου ἔτους ἀπὸ τῆς θεμελιώσεως.