Ancient Greek
281 to 283
Origen, Commentarii in Evangelium Joannis 281-3-283
Not analysed yet
εἰ δὲ μὴ οὕτως τις παραδέχεται τὸ »Εἶδεν ὁ θεὸς ὅτι »καλόν«, διηγησάσθω πῶς έν τῷ »Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν »ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ »οὐρανοῦ« σώζεται τὸ »Εἶδεν ὁ θεὸς ὅτι καλόν«, καὶ μάλιστα ἐπεὶ »Ἐποίησεν ὁ θεὸς τὰ κήτη τὰ μεγάλα«. ἀλλὰ ὁ λόγος ὁ περὶ ἑκάστου τούτων ἐστὶν ὁραθεὶς θεῷ τὸ »καλόν«. τὰ δ’ αὐτὰ καὶ περὶ τοῦ »Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος· τετράποδα καὶ »ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος« λεκτέον, οἷς καὶ ἐπιφέρεται τὸ »Εἶδεν ὁ θεὸς ὅτι καλόν( πῶς γὰρ καλὸν τὰ θηρία καὶ τὰ ἐρπετά, εἰ μὴ ἄρα ὁ λόγος ὁ περὶ αὐτῶν έστιν τὸ καλόν;