Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 284-2
Not analysed yet
Ταῦτα δ’ ἡμῖν λέγεται διὰ τὸ »Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη«, προτρέποντος τοῦ παρόντος τοῖς μαθηταῖς λόγου τοὺς ἀκροατὰς ἐπαίρειν τοὺς ὀφθαλμοὺς ἐπί τε τὰς χώρας τῆς γραφῆς καὶ ἐπὶ τὰς χώρας τοῦ ἐν ἑκάστῳ τῶν ὄντων λόγου, ἵνα τὴν λευκότητα καὶ τὴν λαμπρότητα θεάσηταί τις τοῦ τῆς ἀληθείας πανταχοῦ φωτός· »Πάντα »γὰρ ἐνώπιον τοῖς νοοῦσιν«, κατὰ τὸν Σολομῶντα, »ὀρθὰ δὲ τοῖς βου- »λομένοις ἀπονείμασθαι αἴσθησιν«. 4, 36 Ὁ θερίζων μισθὸν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζο,ὴν αὐώνιον, ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὅ θερίζων.