Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 5-5
Not analysed yet
τάχα γὰρ δόγμα τί ἐστιν μηδένα λαμβάνειν θείαν δωρεὰν τῶν μὴ αἰτούντων αὐτήν. καὶ αὐτὸν γοῦν τὸν σωτῆρα διὰ τοῦ ψαλμοῦ προτρέπει αἰτεῖν ὁ πατὴρ ἴνα αὐτῷ δωρήσηται, ὡς αὐτὸς ἡμᾶς διδάσκει ὁ υἱὸς λέγων· »Κύριος εἶπεν πρὸς μέ· »Υἱός μου εἶ σύ· αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς«· καὶ ὁ σωτήρ φησιν·