Ancient Greek · ~3 min
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 310
Not analysed yet
αὐτοῦ τοίνυν μᾶλλον ἢ τοῦ ὀνόματος αὐτοῦ ἔχεσθαι δεῖ, ἵνα μὴ τῷ ὀνόματι αὐτοῦ δυνάμεις ποιοῦντες ἀκούσωμεν τὰ ἐπὶ x003E; τῷ ὀνόματι μόνῳ καυχησαμένων αὐτοῦ εἰρημένα· ἀλλὰ θαρρήσωμεν μιμηταὶ τοῦ Παύλου γινόμενοι εἰπεῖν· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ«. παρατηρητέον δὲ καὶ τοῦτο, ὅτι ἀνωτέρω μέν· »Ἐγγύς, φησίν, ἦν τὸ πάσχα τῶν Ἰουδαίων«, ἐνθάδε δὲ οὐκ ἐν τῷ πάσχα τῶν Ἰουδαίων, ἀλλ ἐν τῷ πάσχα ἐν Ἱεροσολύμοις ἦν ὁ Ἰησοῦς· κἀκεῖ μὲν ὅτε Ἰουδαίων λέγεται τὸ πάσχα, οὐκ εἴρηται ἑορτή· ἐνθάδε δὲ ὁ Ἰησοῦς ἀναγέγραπται εἶναι »ἐν τῇ ἑορτῇ«· ἐν τοῖς Ἱεροσολύμοις γὰρ τυγχάνων ἐν πάσχα καὶ ἑορτῇ ἦν ,πολλῶν πιστευόντων κἂν εἰς τὸ ὄνομα αὐτοῦ.