Ancient Greek · ~2 min
311 to 312
Origen, Commentarii in Evangelium Joannis 311-312
Not analysed yet
καὶ παρατηρητέον γε ὅτι πολλοὶ οὐκ εἰς αὐτόν, ἀλλ »εἰς τὸ ὄνομα αὐτοῦ« πιστεύειν λέγονται. οἱ δὲ εἰς αὐτὸν πιστεύοντες οἱ τὴν στενὴν καὶ τεθλιμμένην εἰσὶν ὁδεύοντες, ἀπάγουσαν εἰς τὴν ζωήν, ὅσον ὑπὸ τῶν ὀλίγων εὑρισκομένην. δυνατὸν μέντοι γε πολλοὺς τῶν εἰς τὸ ὄνομα αὐτοῦ πιστευόντων ἀνακαῆναι μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἐπεὶ »Πολλοὶ ἀπ’ ἀνατολῶν καὶ δυσμῶν »ἥξουσιν καὶ ἀνακτήσονται μετὰ Ἀβραδάτα καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν‘, τυγχανούσῃ οἰκίᾳ τοῦ πατρός, ἐν ᾑ πολλαὶ μοναί εἰσιν.