Ancient Greek · ~2 min
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 313
Not analysed yet
καὶ τοῦτο δὲ τηρητέον, ὅτι πολλοὶ πιοτεύοντες εἰς τὸ ὄνομα αὐτοῦ, οὐχ ὡς Ἀνδρέας καὶ Πέτρος καὶ Ναθαναὴλ καὶ Φίλιππος πιστευουσιν, ἀλλὰ τῇ μαρτυρίᾳ Ἰωάννου πείθονται λέγοντος· Ἰδού, ὁ ἀμνὸς τοῦ θεοῦ« ἢ τῷ ὑπ' Ἀνδρέου εὑρεθέντι χριστῷ, ἢ τῷ εἰπόντι τῷ Φιλίππῳ Ἰησοῦ· »Ἀκολούθει μοι« ἢ τῷ φάσκοντι Φιλίππῳ· »Ὅν ἔγραψεν Μωϋσῆς καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν »υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ«.