Ancient Greek
314 to 315
Origen, Commentarii in Evangelium Joannis 314-315
Not analysed yet
οὗτοι δὲ ἐπίστευσαν εἰς τὸ »ὄνομα αἰτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει«· καὶ †σημεῖα πιστεύουσιν οὐκ οὐκ αὐτὸν ἀλλ’ »εἰς τὸ ὄνομα ἀυτοῦ«, ὁ Ἰησοῦς οὐκ »ἐπίστευεν ἑαυτὸν αὐτοῖς, πάντας γινώσκων, καὶ μὴ χρείαν ἔχων« ἵνα τις μαρτυρήσῃ περὶ ἀνθρώπου«, τῷ γινώσκειν τί ἐστιν ἐν ἑκάστῳ τῶν ἀνθρώπων. Τῷ δὲ »Οὐ χρείαν εἶχεν, ἵνα τις μαρτυρήσῃ περὶ ἀν- »θρώπου« εὐκαίρως χρηστέον εἰς παράστασιν τοῦ υἱοῦ Ι τοῦ θεοῦ ἀφ’ ἑαυτοῦ δυναμένου θεωρεῖν περὶ ἑκάστου τῶν ἀνθρώπων, καὶ μηδαμῶς μαρτυρίου δεῖμαι τοῦ ἀπό τινος.