Ancient Greek · ~2 min
317 to 318
Origen, Commentarii in Evangelium Joannis 317-2-318
Not analysed yet
Ἔτι δὲ καὶ πρὸς τούτοις τὸ ῥητὸν θεασώμεθα, οἵαν εἶναι τὴν αἰτίαν διηγεῖται τοῦ θερίζοντα μισθὸν λαμβάνειν καὶ συνάγειν καρπὸν εἰς ζωὴν αἰώνιον ὁ εὐαγγελιστὴς λέγων· »Ἰνα ὁ σπείρων ὁμοῦ »χαίρῃ καὶ ὁ θερίζων«. εἰ δέ, ἴνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων, ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, τάχα ὁ σπείρων, κοινωνῶν τῷ μισθῷ τοῦ θερίζοντος καὶ τῇ συναγωγῇ τοῦ εἰς ζωὴν αἰώνιον συναγομένου καρποῦ, ἅμα τῷ θερίζοντι χαρήσεται.