Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 360
Not analysed yet
καὶ ὅρα εἰ δύναται τῆς ἀποστολικῆς ἀκριβείας εἶναι τὸ μὴ ταὐτὸν φάσκειν »ἐν σαρκὶ εἶναι« καὶ »ἐνδημεῖν σώματι«· »οἱ μὲν γὰρ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται«· οἱ δὲ ἐνδημοῦντες τῷ σώματι »ἐκδημοῦσιν μὲν ἀπὸ τοῦ κυρίου«· πλὴν διὰ τῆς πίστεως περιπατοῦσιν, εἰ καὶ μηδέπω χωροῦσιν διὰ εἴδους.