Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 361
Not analysed yet
καὶ οἶμαι ὅτι ἐν σαρκὶ μέν εἰσιν οἱ κατὰ σάρκα στρατευόμενοι, ἐνδημοῦσι δὲ τῷ σώματι καὶ ἐκδημοῦσιν ἀπὸ τοῦ κυρίου οἱ τὰ πνευματικὰ τῆς γραφῆς μὴ νοοῦντες, ὅλοι προσκείμενοι προσκείμενοι αὐτῇ καὶ τῷ σώματι· πώς γὰρ οὐκ ἐκδημεῖ ἀπὸ τοῦ κυρίου, εἰ »ὁ κύριος τὸ πνεῦμά ἐστιν«, ὁ μηδέπω χωρῶν τὸ ζωοποιοῦν πνεῦμα καὶ πνευματικὸν τῆς γραφῆς; πλὴν διὰ πίστεως ὁ τοιοῦτος περιπατεῖ, ἐκδημεῖ δὲ ἐκ τοῦ σώματος καὶ ἐνδημεῖ πρὸς τὸν κύριον ὁ τὰ πνευματικὰ τοῖς πνευματικοῖς συγκρίνων καὶ γινόμενος πνευματικός, ὁ πάντα ἀνακρίνων, αὐτὸς δὲ ἀνακρινόμενος ὑπ᾿ οὐδενός.