Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 362
Not analysed yet
Ταῦτα δὲ ἡμῖν εἰ καὶ μετὰ παρεκβάσεως τῆς εἰς τὰ ἀποστολικὰ ῥητὰ εἰρῆσθαι δοκεῖ, ἀλλά γε ἀναγκαιότατα πρὸς τὴν διαφορὰν τοῦ λόγου τῶν Σαμαρειτῶν ἐστιν οὐκέτι διὰ τὴν λαλιὰν πιστευόντων τῆς γυναικὸς ἀλλ᾿ ἀκηκοότων καὶ εἰδότων ὅτι »οὗτός ἐστιν ὁ σωτὴρ »τοῦ κόσμου«. οὐδὲν μέντοι γε θαυμαστὸν περί τινων μὲν εἰῆσθαι διὰ πίστεως περιπατεῖν καὶ μὴ διὰ εἴδους, περὶ ἑτέρων δὲ διὰ εἴδους τοῦ μείζονος παρὰ τὸ διὰ πίστεως περιπατεῖν.