Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 363
Not analysed yet
Ἡρακλέων δὲ ἁπλούστερον ἐκλαβὼν τὸ »Οὐκέτι διὰ τὴν »σὴν λαλιὰν πιστεύομεν« φησὶ λείπειν τὸ »μόνην«. ἔτι μὲν γὰρ πρὸς τὸ »Αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι »οὑτός ἐστιν ὁ σωτὴρ τοῦ κόσμου« φησίν· οἱ γὰρ ἄνθρωποι τὸ μὲν πρῶτον ὑπὸ ἀνθρώπων ὁδηγούμενοι πιστεύουσιν τῷ σωτῆρι, ἐπὰν δὲ ἐντύχωσιν τοῖς λόγοις αὐτοῦ, οὑτοι οὐκέτι διὰ μόνην ἀνθρωπίνην μαρτυρίαν, ἀλλὰ δι᾿ αὐτὴν τὴν ἀλήθειαν πι. στεύουσιν. IV, 43 f. Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν· αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει.