Ancient Greek · ~3 min
364 to 366
Origen, Commentarii in Evangelium Joannis 364-366
Not analysed yet
Πάνυ ἀνακόλουθος ἡ λέξις φαίνεται· τί γὰρ κοινὸν πρὸς τὸ ἐξεληλυθέναι αὐτὸν μετὰ δύο ἡμέρας ἀπὸ τῶν Σαμαρειτῶν, παρ᾿ οἷς ἔμεινεν, καὶ εἰς τὴν Γαλιλαίαν ἀπέρχεσθαι τὸ »Αὐτὸς γὰρ »Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ »ἔχει«; εἰ μὲν γὰρ ἦν πατρὶς αὐτοῦ ἡ Σαμάρεια καὶ ἠτίμαστο ἐκεῖ, ὡς διὰ τοῦτο ἐξεληλυθέναι μὴ διατρίψαντα πλεῖον ἡμερῶν δύο, ἀκολούθως ἂν εἴρητο τὸ »Αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης »ἐν τῇ ἐδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει«. ἀλλὰ καὶ εἰ ἐγέγραπτο· μετὰ δέ τὰς δύο ἡμέρας ἐξῆλθεν εἰς τὴν Γαλιλαίαν, ἀλλ᾿ οὐκ ἐγένετο ἐν τῇ ἰδίᾳ πατρίδι· »αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν »τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει«, καὶ οὕτως χώραν τὸ λεγόμενον εἶχεν ἄν.