Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 397
Not analysed yet
Φέρε δὲ κατὰ τὸ δυνατὸν ἡμῑν ἐρευνήσωμεν τίνος οὗτος σύμβολον εἶναι σύναται καὶ ὁ υἱὸς αὐτοῦ. μέγαν δὴ βασιλέα, οὗ πόλις ἐστὶν τὰ ἀληθινὰ Ἱεροσόλυμα, καὶ βασιλέα τῶν βασιλευόντων, τὸν πορευθέντα εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι, καὶ ἐπανελθόντα βασιλέα οὐδένα ἄλλον ἴσμεν ἢ τὸν εἰπόντα· »Ἐγὼ »δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σειὼν ὄρος τὸ ἅγιον αὐτοῦ, »διαγγέλλων τὸ πρόσταγμα κυρίου«.