Ancient Greek · ~3 min
398 to 401
Origen, Commentarii in Evangelium Joannis 398-401
Not analysed yet
τούτου τὴν ἡμέραν οἱ ἰδόντες καὶ εὐφρανθέντες πάντες εἰσὶν βασιλικοί, καὶ οἱ πιστεύοντες εἰς τὸν πατέρα δι’ αὐτοῦ ἐπώνυμοι τυγχάνουσιν τῆς βασιλείας αὐτοῦ, ὧν ἴνα τινὰ ζητοῦμεν καὶ τὸν ἀσθενήσαντα υἱὸν αὐτοῦ, καὶ τὰ τούτοις ἀκόλουθα. ἐλέγομεν δὲ ἐν τοῖς ἀνωτέρω τὸν πάντα λαὸν υἱὸν εἶναι τοῦ ᾿Αβραάμ, ὡς καὶ αὐτοὶ αὐχοῦντές φασιν· »Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε« καὶ »Μὴ σὺ μείζων εἶ τοῦ πα- »τρὸς ᾿Αβραάμ, ὅστις ἀπέθανεν; «ὡς ἐπ᾿ αὐτῶ γὰρ καυχωμένου τοῦ λαοῦ παρὰ τοὺς λοιποὺς καὶ μετ᾿ αὐτὸν πατέρας, φησὶ καὶ ὁ σωτήρ· »Μὴ ἄρξησθε λέγειν ὅτι Πατέρα ἔχομεν τὸν ᾿Αβραάμ« ἢ »Μὴ »δόξητε λέγειν ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ· δύναται ὁ θεὸς ἐκ »τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ ᾿Αβραάμ«. ἀλλὰ καὶ ὁ ῾Ησαΐας πρὸς τὸν λαόν φησιν· »᾿Εμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν, »καὶ εἰς Σάρραν τὴν ὠδίνουσαν ὑμᾶς«.