Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 402
Not analysed yet
καὶ τί δεῖ διὰ παραδειγμάτων μηκύνειν τὸν λόγον, σαφοῦς ὄντος ὅτι αὐτὸς πρῶτος χρηματίζει πατὴρ τοῦ λαοῦ, διὸ καὶ ἐξαιρέτως ὀνομάζεται >πατήρ τοίνυν τὸν μὲν βασιλικὸν εἶναι τὸν Ἀβραάμ, τὸν δὲ ἀσθενήσαντα αὐτοῦ υἱὸν ἐν Καφαρναοὺμ καὶ μέλλοντα ἀποθνῄσκειν τὸ ᾿Ισραηλιτικὸν γένος, ἀσθενῆσαν ἐν τῇ θεοσεβείᾳ καὶ τῇ τηρήσει τῶν θείων νόμων, καὶ πρὸς τῷ ἀποθανεῖν τῷ θεῷ γενόμενον τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ, πεπυρωμένον καὶ διὰ τοῦτο πυρέσσειν λε- γόμενον.