Ancient Greek
403 to 404
Origen, Commentarii in Evangelium Joannis 403-404
Not analysed yet
φαίνεται δὲ μέλειν τοῖς προεξεληλυθόσιν τὸν βίον τοῦτον ἁγίοις περὶ τοῦ λαοῦ, ὡς ἐν τοῖς Μακκαβαϊκοῖς γέγραπται μετὰ πλεῖστα ὅσα ἔτη τῆς ῾Ιερεμίου ἀναλήψεως· »Οὑτός ἐστιν Ἱερεμίας ὁ »τοῦ θεοῦ προφήτης ὁ πολλὰ εὐχόμενος περὶ τοῦ λαοῦ«. ὅρα τοίνυν εἰ δυνατὸν ἐκλαμβάνειν ἡμᾶς ὅτι ὁ Ἀβραὰμ βασιλικός τις ὤν, νοσήσαντος οὐτῷ τοῦ υἱοῦ καὶ ἀποθνῄσκειν μέλλοντος, ἀξιοῖ βοηθηθῆναι ὑπὸ τοῦ σωτῆρος ἡμῶν τὸν κάμνοντα γενόμενος πρὸς αὐτὸν καὶ ἐρωτῶν, ἴνα καταβῇ καὶ ἐάσηται αὐτοῦ τὸν υἱόν· ἔμελλεν γὰρ ἀποθηῄσκειν.