Ancient Greek · ~3 min
49 to 50
Origen, Commentarii in Evangelium Joannis 49-2-50
Not analysed yet
ἐγὼ δ’ ὅσον ἐκ τῆς λέξεως ἔστι στοχάσασθαι εἴποιμ᾿ ἂν τρίτην εἶναι μαρτυρίαν τὸν πρὸς τοὺς ἀποσταλέντας ἀπὸ τῶν φαρισαίων λόγον. παρατηρητέον μέντοι γε ὅτι ἡ πρώτη μαρτυρία τὸ ἔνθεον τοῦ σωτῆρος παρίστησιν, ἡ δὲ δευτέρα τὴν ὑπόνοιαν τῶν δισταζόντων μήποτε ἰωάννης εἴη Χριστὸς καθαιρεῖ, ἡ δὲ τρίτη τὸν ἀοράτως τοῖς ἀνθρώποις παρόντα κηρύττει ὅσον οὐδέπω ἐλευσόμενον. πρὶν δὲ τῶν ἑξῆς μαρτυριῶν, καθ’ ἃς δεικνύμενος μαρτυρεῖται, ἑκάστην λέξιν ἴδωμεν τῆς δευτέρας καὶ τρίτης μαρτυρίας, τοῦτο πρῶτον ἐπιτηρήσαντες ὅτι δύο ἀποστολαὶ γίνονται πρὸς τὸν βαπτιστήν· μία μὲν ἀπὸ Ἱεροσολυμων ὑπὸ ἱουδαίων πεμπόντων »ἱερεῖς καὶ Λευίτας, ἵνα ἐρωτήσωσιν αὐτόν· Σὺ τίς εἶ; «ἑτέρα δὲ Φαρισαίων ἀποστελλόντων καὶ πρὸς τὴν γεγενημένην ἀπόκρισιν τοῖς ἱερεῦσιν καὶ Λευίταις ἐπαπορούντων.