Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 51
Not analysed yet
παρατήρει τοίνυν πῶς κατὰ τὸ ἱερατικὸν καὶ λευϊτικὸν πρόσωπόν ἐστι μεθ’ ἡμερότητος λεγόμενα καὶ φιλομεθείας τὸ Σὺ τίς »Σὺ καὶ τὸ Τί οὐν; σὺ Ἠλίας εἶ; «καὶ τὸ »Ὁ προ- »φήτης ἄρα εἶ σύ; ‘καὶ ἐπὶ τούτοις· Τίς εἶ, ἴνα ἀπόκρισιν δῶμεν »τοῖς πέμψασιν ἡμᾶς; τί λέγεις περὶ σεαυτοῦ; «οὐδὲν γὰρ αὔθαδες οὐδὲ θρασὺ ἐν τῇ τούτων ἐστὶ πεύσει, ἀλλὰ πὰντα ἁρμόττοντα ἀκριβέσιν θεραπευταῖς θεοῦ.