Ancient Greek
6 to 7
Origen, Commentarii in Evangelium Joannis 6-4-7
Not analysed yet
»Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν«· »πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει«. πείθεται μέντοι γε ἡ Σαμαρεῖτις αἰτῆσαι τὸν Ἰησοῦν ὕδωρ, εἰκών, ὡς προείπομεν, τυγχάνουσα γνώμης ἑτεροδοξούντων περὶ τὰς θείας ἀσχολουμένων γραφάς, ὅτε ἀκούει περὶ τῆς συγκρίσεως ἀμφοτέρων τῶν ὑδάτων. καὶ ὅρα ἐξ ὧν ἐπεπόνθει πῶς πίνουσα ἐκ τοῦ νομιζομένου αὐτῇ βαθέος εἶναι φρέατος οὐκ ἀνεπαύετο, οὐδὲ τῆς δίψης ἀπηλλάττετο.