Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 52
Not analysed yet
οἱ δὲ ἀπὸ τῶν Φαρισαίων ἀπεσταλμένοι οὐδὲν περιεργασαμένων πρὸς τὰ εἰρημένα 〈ὑπὸ〉 τῶν Λευϊτῶν καὶ ἱερέων, οἱονεὶ ὑβριστικὰς καὶ ἀνοητοτέρας προσάγουσι τῷ βαπτιστῇ φωνὰς διὰ τοῦ »Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐδὲ Ἠλίας »οὐδὲ ὁ προφήτης; ‘καὶ σχεδὸν οὐ μαθεῖν βουλόμενοι ὡς οἱ προειρημένοι ἱερεῖς καὶ Λευῖται ἀποστέλλουσιν, ἀλλὰ κωλῦσαι ἀπὸ τοῦ βαπτίξειν ἴσως οἰόμενοι οὐδενὸς ἑτέρου ἔργον τυγχάνειν τὸ βαπτίζειν ἢ Χριστοῦ καὶ Ἠλίου καὶ τοῦ προφήτου.