Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 53-2
Not analysed yet
καὶ πανταχοῦ ἐπιμέλειαν τὸν ἀκριβῶς ἐντευξόμενον τῇ γραφῇ ποιητέον, τηρεῖν ἀναγκαίου ὄντος τὰ λεγόμενα ὑπὸ τίνων καὶ πότε λέγεται, ἵν᾿ εὑρίσκωμεν τὸ τοῖς προσώποις ἁρμοζόντως περιτεθεῖσθαι λόγους δι’ ὅλων τῶν ἁγίων βιβλίων. Ι, 19-20 Τότε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσλύμων ἱερεῖς καὶ Λευΐιτας, ἵνα ἐρωτήσωσιν αὐτὸν· Σὺ τίς εἶ; καὶ ὡμολόγησε καὶ οὐκ ἠρνήσατο, καὶ ὡμοόγησεν ὅτι Ἐγὼ οὐκ εἰμὶ ὁ χριστός.