Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 54-2
Not analysed yet
Καὶ τίνας ἐχρῆν πρεσβύτας πεπέμφθαι πρὸς τὸν Ιωάννην ἀπὸ Ἰουδαίων καὶ πόθεν ἢ τοὺς διαφέρειν νενομισμένους κατ ἐκλογὴν θεοῦ ἀπὸ τοῦ ἐξειλεγμένου παρὰ πᾶσαν τὴν λεγομένην γῆν ἀγαθῆν τόπου Ἱεροσολύμων, ἔνθα ὁ ναὸς ἦν τοῦ θεοῦ; Ἰωάννου μὲν οὖν μετὰ τοσαύτης πυνθάνονται τιμῆς· περὶ Χριστοῦ δὲ οὐδὲν τοιοῦτον ἀναγέγραπται γεγονέναι ὑπὸ ἱουδαίων· ἀλλ’ ὅπερ Ἰουδαῖοι πρὸς Ἰωάννην ποιοῦσι, τοῦτο Ἰωάννης πρὸς Χριστὸν διὰ τῶν ἰδίων μαθητῶν πυνθανόμενος· »Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; «