Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 55-2
Not analysed yet
καὶ Ἰωάννης μὲν πρὸς τοὺς ἐληλυθότας ὁμολογήσας καὶ μὴ ἀρνησάμενος ὕστερον τὸ »Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ« ἀποφαίνεται· Χριστὸς δὲ τὴν ἀπόκρισιν ποιεῖται ὡς μείζονα τὴν μαρτυρίαν Ἰωάννου ἔχων λόγοις καὶ ἔργοις φάσκων· »Πορευθέντες ἀπαγγείλατε ᾿Ιωάννῃ »ἃ βλέπετε καὶ ἀκούετε· τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσι, »λεπροὶ καθαρίζονται, κωφοὶ ἀκούουσι, πτωχοὶ εὐαγγελίζοντα«. περὶ ὧν εὐκαιρότερον, θεοῦ διδόντος, ἐν τοῖς οἰκείοις διαληψόμεθα τόποις.