Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 61
Not analysed yet
οὐ γυμνὸς δὲ τῷ Ἰωάννῃ ὁρᾶται τῷ ἵππῳ ὀχούμενος ὁ τοῦ θεοῦ λόγος· περιβέβληται γὰρ ἱμάταιον †ῥεραμμένον αἵματι, ἐπείπερ ἴχνη περίκειται ὁ γενόμε- νος λόγος σάρξ, καὶ διὰ τὸ γεγονέναι σὰρξ ἀποθανών, ὡς προχυθῆναι αὐτοῦ καὶ αἷμα ἐπὶ τὴν γὴν νύξαντος τοῦ στρατιώτου τὴν πλευρὰν αὐτοῦ, ἐκείνου τοῦ πάθους· τάχα γὰρ κἄν ὁπωσποτὲ ἐν τῇ τοῦ λόγου ὑψηλοτάτῃ καὶ ἀνωτάτῃ θεωρίᾳ γενώμεθα καὶ τῆς ἀληθείας, οὐ πάντη ἐπιλησόμεθα τῆς ἐν σώματι ἡμῶν γενομένης δἰ αὐτοῦ εἰσαγωγῆς.