Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 8-4
Not analysed yet
Ἴδωμεν οὖν τί σημαίνεται ἐκ τοῦ »Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδα- »τος τούτου διψήσει πάλιν«. ἔστιν δὲ ἐκ τῆς »διψῆν« φωνῆς καὶ ἐκ τῆς »πεινῆν« κατὰ τὸ σωματικὸν δύο σημαινόμενα· ἓν μὲν καθ’ ὃ δεόμεθα τροφῆς κενωθέντες καὶ ὀρεγόμενοι αὐτῆς ὑπὸ τοῦ ὑργοῦ ἡμῖν ἐπιλείποντος· ἕτερον δὲ καθ’ ὃ πολλάκις οἱ πένητες καὶ ἐν ἀπορίᾳ ὄντες τῶν ἐπιτηδείων φασιν κεκορεσμένοι τὸ πεινῆν ἢ διψῆν.