Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 62
Not analysed yet
Τούτῳ τῷ τοῦ θεοῦ λόγῳ τὰ ἐν τῷ οὐρανῷ στρατεύματα ἀκο- λουθεῖ πάντεα, λόγῳ ἑπόμενα ἡγουμένῶ καὶ μιμούμενα αὐτὸν ἐν πᾶσι, καὶ μάλιστα τῷ ἐπιβεβηκέναι ὁμοίως αὐτῷ ἱπποις λευκοῖς· πάντα γὰρ ἐνώπιον τοῖς νοοῦσι. καὶ ὥσπερ »ἀπέδρα ὀδύνη καὶ λύπη καὶ »στεναγμὸς« ἐπὶ τῷ τέλει τῶν πραγμάτων, οὕτως οἷμαι ὅτι ἀπέδρα ἀσάφεια καὶ ἀπορία, πάντων ἐπιμελῶς καὶ τρανῶς προπιπτόωτων τῶν τῆς τοῦ θεοῦ σοφίας μυστηρίων.