Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 63
Not analysed yet
ἐπισκέψαι δὲ λευκοὺς ἵππους τῶν ἀκολουθούντων τῷ λόγῳ, ἐνδεδυμένους »βύσσινον λευκὸν »καὶ καθαρόν«, εἰ μή, ἐπεὶ ἡ βύσσος ἀπὸ γῆς γίνεται, τῶν ἐπὶ γῆς διαλέκτων, ἅς ἠμφιεσμέναι εἰσὶν αἱ σημαίνουσαι φωναὶ καθαρῶς τὰ πράγματα, τύποι τυγχάνουσι τὰ βύσσινα ἐνδύματα. ταῦτα δὴ ἐπὰ πλεῖον ἐκ τῆς Ἀποκαλύψεως διδασούσης περὶ λόγου θεοῦ εἴρηται, ἵνα ἀκριβέστερον τὰ περὶ αὐτοῦ νοήσωμεν. Ι, 2. Οἷτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.