Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 63-2
Not analysed yet
καὶ ὁ τοῦ ὀφθέντος δὲ τῷ Ζαχαρίᾳ ἀγγέλου κυρίου ἑστῶτος ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος λόγος πρὸς τὸν Ζαχαρίαν παραπλήσιόν τι ἐμφαίνει τοῖς ὑπὸ τοῦ Μαλαχίου εἰρημένοις διὰ τούτων· Καὶ ἡ γυνή σου Ἐλισάβετ »γεννήσει υἱόν σοι καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἱωάννην· «καὶ μετ ὀλίγα· »Αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας Πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρο- »νήσει δικαίων, ἑτοιμά΄σαι κυρίῳ λαὸν κατεσκευσμένον«.