Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 64-2
Not analysed yet
πρὸς δὴ τὸ πρῶτον ὁ μέν τις ἐρεῖ ὅτι ἑαυτὸν ἠγνόει Ἰωάννης Ἠλίαν ὄντα· καὶ τάχα τούτῳ χρήσονται οἱ ἐκ τούτων τῷ περὶ μετενσωματώσεως παριστάμενοι λόγῳ, ὡς τῆς ψυχῆς μεταμφιεννυμένης σώματα καὶ οὐ πάντως μεμνημένης τῶν προτέρων βίων. οἱ δ᾿ αὐτοὶ οὑτοι ἐροῦσι καί τινας τῶν Ἰουδαίων τῷ δόγματι συγκατατιθεμέ΄νους περὶ τοῦ σωτῆρος εἰρηκέναι ὡς ἄρα εἷς τις εἴη τῶν ἀρχαίων προφητῶν ἀναστὰς οὐκ ἀπὸ τῶν μνημείων ἀλλ’ ἀπὸ τῆς γενέσεως.