Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 65
Not analysed yet
πῶς γὰρ ἐδύναντο, σαφῶς δεικνυμένης τῆς μητρὸς αὐτοῦ Μαρίας ὑπολαμβανομένου τε πατρὸς αὐτῷ τυγχάνειν Ἰωσὴφ τοῦ τέκτονος νομίζειν ἕνα τινὰ τῶν προφητῶν αὐτὸν τυγχάνοντα ἐγηγέρθαι ἀπὸ τῶν νεκρῶν; καὶ τῷ »ἐξαλείψω δὲ πᾶσαν τὴν ἐξανάστασιν« ἀναγεγραμμένῳ ἐν τῇ Γενέσει οἱ αὐτοὶ χρώμενοι τὸν πεφροντικότα πιθανότητας ἀπατηλὰς προσαγομένας ἀπὸ τῶν γραφῶν λύειν εἰς ἀγῶνα παραστήσουσιν ἱστάμενον πρὸς τὸ δόγμα.