Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 66-2
Not analysed yet
ΧΙ. Ἕτερος δὲ τις ἐκκλησιαστικὸς τὸν περὶ τῆς μετενσωματώσεως ἀποπτύων ὡς ψευδῆ λόγον, μὴ προσιέμενος τὸ τὴν ψυχὴν Ἰωάννου Ἠλίαν ποτὲ γεγονέναι, τῷ προειρημένῳ λόγῳ τοῦ ἀγγέλου χρήσεται ψυχὴν Ἠλίου μὴ ὀνομάσαντος ἐπὶ τῆς Ἰωάννου γενέσεως ἀλλὰ πνεῦμα καὶ δύναμιν διὰ τοῦ Καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύ- »ματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα« διὰ μυρίων δυνάμενος ἀποδεικνύναι γραφῶν ἕτερον εἶναι τὸ πνεῦμα τῆς ψυχῆς καὶ ὀνομαζομένην δύναμιν τοῦ πνεύματος καὶ τῆς ψυχῆς· περὶ ὧν οὐκ εὔκαιρον νῦν παρατίθεσθαι τὰ πολλά, ἵνα μὴ πάνυ τὸν λόγον περισπάσωμεν.