Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 72-2
Not analysed yet
ΧΙΙ. Ὁ δὲ πρῶτος, οὗ τὸν νοῦν παρεθήκαμεν οἰομένου μετενσωμάτωσιν ἐντεῦθεν κατασκευάζεσθαι, προσδιατρίβων τῇ βασάνῳ τῆς λέξεως ἐρεῖ πρὸς τὸν δεύτερον, ὅτι οὐκ ἀκόλουθον τὸν τηλικούτου ἱερέως Ζαχαρίου υἱὸν ἐπὶ γήρᾳ γεγεννημένον ἀμφοτέροις τοῖς γονεῦσιν παρὰ πᾶσαν ἀνθρωπίνην προσδοκίαν ἀγνοεῖσθαι ὑπὸ τῶν τοσούτων ἐν Ἱεροσολύμοις Ἰουδαίων καὶ τῶν παμφθέντων ὑπ᾿ αὐτῶν Λευϊτῶν καὶ ἱερέων, οὐ γινωσκόντων τὸ γεγεννῆσθαι 〈οὕτως〉 αὐτόν· καὶ μάλιστα Λουκᾶ μαρτυροῦντος ὅτι »Ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτοὺς« (δῆλον δὲ ὅτι τὸν Ζαχαρίαν καὶ τὴν Ἐλισάβετ) »καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ »ῥήματα ταῦτα«.