Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 73-2
Not analysed yet
εἰ δὲ οὐκ ἠγνοεῖτο ἡ ἐκ Ζαχαρίου γένεσις Ἰωάννου, ἔπεμπον δὲ οἱ ἀπὸ Ἱεροσολύμων Ἰουδαῖοι διὰ τῶν Λευϊτῶν καὶ ἱερέων πευσόμενοι τὸ Νυ Ἠλίας εἷ; «δῆλον ὅτι τοῦτο ἔλεγον τὸ περὶ μετενσωματώσεως δόγμα οἰόμενοι εἶναι ἀληθὲς ὡς πάτριον τυγχάνον καὶ οὐκ ἀλλότριον τῆς ἐν ἀπορρήτοις διδασκαλίας αὐτῶν. διὰ τοῦτο οὖν λέγει »Οὐκ εἰμὶ Ἠλίας« ὁ Ἰωάννης, ἐπεὶ ἀγνοεῖ τὸν ἴδιον πρότερον βίον.