Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 74-2
Not analysed yet
Τούτων δὴ οὐκ εὐκαταφρόνητον πιθανότητα ἐχόντων, πάλιν ὁ ἐκκλησιαστικὸς ἀπορήσει πρὸς τὸν πρότερον εἰ κατὰ τὸν προφήτην ἐστὶν τὸν ὑπὸ τοῦ πνεύματος φωτιζόμενον καὶ ὑπὸ Ἡσαΐου προφητευόμενον, ὑπό τε τηλικούτου [τοῦ] ἀγγέλου πρὶν γεννηθῆναι τεχθήσεσθαι προειρημένον, ἐκ τοῦ πληρώματος Χριστοῦ εἰληφότα, χάριτος τηλικαύτης μετεσχηκότα, τὴν ἀλήθειαν διὰ Ἰησοῦ Χριστοῦ γεγενῆσθαι νενοηκότα, περὶ θεοῦ καὶ τοῦ μονογενοῦς τοῦ εἰς τὸν κόλπον τοῦ πατρὸς διηγησάμενον τὰ τοσαῦτα, τὸ ψεύσασθαι καὶ ὅπερ ἦν οὐκ ἐγνωκότα κἂν ἐπισχεῖν.