Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 75-3
Not analysed yet
Τρίτον ἤδη ἡ Σαμαρεῖτις κύριον ἀναγορεύει τὸν σωτῆρα ἡμῶν, ὅτε καὶ τελευταῖον ἀναγέγραπται τοῦτο πρὸς αὐτὸν εἰρηκέναι· πλὴν οὐδέπω οἴεται αὐτὸν εἶναι τῶν προφητῶν κρείττονα οὐδὲ τὸν προφητευθέντα, ἀλλά τινα προφήτην.