Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 76-3
Not analysed yet
καὶ ἡ ἑτερόδοξος δὲ γνώμη τῶν περὶ τὰς γραφὰς καλινδουμένων, διελεγχθέντων αὐτῆς τῶν τε προτέρων πέντε ἀνδρῶν καὶ τοῦ μετ’ ἐκείνους καταλειφθέντας ὑπ’ αὐτῆς δόξαντος εἶναι ἀνδρός, τὸν ἐλέγξαντα λόγον οὐ δυναμένη ἀρχῆθεν ὃ ἔστιν ἰδεῖν, προφήτην εἶναί φησιν, οἱονεὶ θεῖόν τινα καὶ ἔχοντά τι τοῦ ἀνθρωπίνου κρεῖττον, οὐ μὴν τοσοῦτον ὅσον ἦν. διόπερ φησὶν οἱονεὶ ἀναβλέψασά πως καὶ ἐν θεωρίᾳ νομίσασα γεγονέναι· Θεωρῶ »ὅτι προφήτης εἶ σύ«.