Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 77-3
Not analysed yet
εἰς τὸ γοῦν »Οἰ πατέρες ἡμῶν« καὶ τὰ ἑξῆς ἰστέον τὴν Σαμαρειτῶν πρὸς Ἰουδαίους διάστασιν περὶ τοῦ νομιζομένου αὐτοῖς ἁγίου τόπου· οἱ μὲν γὰρ Σαμαρεῖς τὸ καλούμενον Γαριζεὶν ὄρος ἅγιον νομίζοντες ἐν αὐτῷ προσκυνοῦσιν τῷ θεῷ, οὗ μέμνηται Μωσῆς ἐν τῷ Δευτερονομίῳ οὕτως λέγων· »Καὶ ἐνετείλατο »Μωσῆς τῷ λαῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων· Οὑτοι στήσονται εὐλο- »γείν τὸν λαὸν ἐν ὄρει Γαριζεὶν διαβάντες τὸν Ἰορδάνην· Συμεών, »Λευΐ, Ἰούδας, Ἰσσάχαρ, Ἰωσὴφ καὶ Βενιαμείν· καὶ οὗτοι στήσονται »ἐπὶ τῆς κατάρας ἐν ὄρει Γαιβάλ· Ῥουβήν, Γὰδ καὶ Ἀσήρ, Ζαβουλών, »Δὰν καὶ Νεφθαλείμ. «