Ancient Greek · ~3 min
78 to 80
Origen, Commentarii in Evangelium Joannis 78-2-80
Not analysed yet
οἱ δὲ Ἰουδαῖοι τὸ Σιὼν θεῖόν τι νενομικότες καὶ οἰκεῖον τοῦ θεοῦ ἐκεῖνον οἴονται εἶναι τὸν ἐκλελεγμένον ὑπὸ τοῦ πατρὸς τῶν ὅλων τόπον, καὶ διὰ τοῦτο ἐν αὐτῷ ᾠκοδομῆσθαι τὸν ναὸν ὑπὸ τοῦ Σολομῶνος λέγουσιν καὶ πᾶσαν τὴν λευϊτικὴν καὶ ἱερατικὴν λατρείαν ἐκεῖ ἐπιτελεῖσθαι. ἀκολούθως δὲ ταύταις ἑκάτερον ἔθνος ταῖς ὑπολήψεσιν νενόμικεν τοὺς πατέρας ἐν τῷδε ἢ τῷδε ὄρει προσκεκυνηκέναι τῷ θεῷ. Καὶ εἴ ποτε δὲ μέχρι τοῦ δεῦρο συγκαταβαίνοιεν ἀλλήλοις εἰς λόγον Σαμαρεῖς καὶ Ἰουδαῖοι, ἑκάτερος πρὸς τὸν λοιπὸν ἐπαπορήσει, καὶ ἐρεῖ γε ὁ Σαμαρεὺς τῷ Ἰουδαίῳ τὸν τῆς ἐνθάδε ἀναγεγραμμένον γυναικὸς λόγον· »Οἱ πατέρες ἡμῶν έν τῷ ὄρει τούτῳ προσε- »κύνησαν«, δεικνὺς τὸ Γαριζείν, »ὑμεῖς δὲ λέγετε ὅτι ἐν Ἱεροσολύμοις »ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ«.