Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 81-3
Not analysed yet
ἀλλ’ ἐπεὶ Ἰουδαῖοι μέν, (ἀπ᾿ αὐτῶν γὰρ ἡ σωτηρία) εἰκόνες εἰσὶν τῶν τοὺς ὑγιαίνοντας φρονούντων λόγους, Σαμαρεῖς δὲ τῶν ἑτεροδόξων, ἀκολούθως τὸ μὲν Γαριζεὶν θεοποιοῦσιν οἱ Σαμαρεῖς, ὅπερ ἑρμηνεύεται »Διατομὴ ἢ Διαίρεσις«, καὶ τῆς κατὰ τὴν ἱστορίαν διατομῆς καὶ διαιρέσεως τῶν δέκα φυλῶν διατετμημένων ἀπὸ τῶν λοιπῶν δύο γεγενημένης κατὰ τοὺς τοῦ Ἰεροβοὰμ χρόνους, ὃς καὶ αὐτὸς ἑρμηνεύεται »Δικασμὸς λαοῦ«· Ἰουδαῖοι δὲ τὸ Σιών, ἐστὶνλ ἐστὶν »Σκοπευτήριον«. εἰκὸς δέ τινα ἐπαπορήσειν διὰ τί αἰ παρὰ Μωσεῖ εὐλογίαι ἐπὶ τοῦ Γαριζεὶν γίνονται.