Ancient Greek · ~1 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 84-2
Not analysed yet
θαυμαστὸν οὖν οὐδὲν εἰ οἱ τὸν αὐτὸν ὑπολαμβάνοντες Φινεὲς καὶ Ἠλίαν, (ἤτοι ὐγιῶς λέγοντες ἢ μή· οὐ γὰρ περὶ τούτου νῦν πρόκειται ἐξετάζειν) τὸν αὐτὸν ἐνόμιζον εἶναι Ἰωάννην καὶ Ἰησοῦν. ἢ ἐδίσταζόν γε περὶ τούτου μαθεῖν τε ἐβούλοντο εἰ ὁ αὐτός έστιν Ἰωάννης καὶ Ἠλίας.